Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.64 | Dem. 24.67 (English) | >>Dem. 24.71 |
24.66ὅτι μὲν τοίνυν καὶ παρὰ τούτους τοὺς νόμους καὶ παρὰ τοὺς προειρημένους , καὶ μικροῦ δέω παρὰ πάντας εἰπεῖν τοὺς ὄντας ἐν τῇ πόλει , τέθηκε τὸν νόμον , οἶμαι δῆλον ἅπασιν ὑμῖν εἶναι . θαυμάζω δʼ αὐτοῦ τί ποτε καὶ τολμήσει λέγειν περὶ τούτων . οὔτε γὰρ ὡς οὐκ ἐναντίος ἔσθʼ ὁ νόμος τοῖς ἄλλοις δεικνύειν ἕξει , οὔθʼ ὡς διʼ ἀπειρίαν ἰδιώτην αὐτὸν ὄντα τοῦτʼ ἔλαθεν δύναιτʼ ἂν πεῖσαι · πάλαι γὰρ μισθοῦ καὶ γράφων καὶ νόμους εἰσφέρων ὦπται .
24.67καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔνεστιν αὐτῷ , ἀδίκημα μὲν εἶναι τὸ πρᾶγμʼ ὁμολογῆσαι , συγγνώμης δὲ τυχεῖν ἀξιοῦν · οὐ γὰρ ἄκων οὐδʼ ὑπὲρ ἠτυχηκότων οὐδʼ ὑπὲρ συγγενῶν καὶ ἀναγκαίων αὐτῷ τεθηκὼς φαίνεται τὸν νόμον , ἀλλʼ ἑκὼν ὑπὲρ μεγάλʼ ἠδικηκότων ὑμᾶς , οὐδὲν προσηκόντων αὐτῷ , πλὴν εἰ συγγενεῖς ὑπολαμβάνειν φησὶν τοὺς μισθουμένους αὐτόν .
ὡς τοίνυν οὐδʼ ἐπιτήδειον νόμον ὑμῖν οὐδὲ συμφέροντʼ εἰσενήνοχεν , τοῦτʼ ἤδη πειράσομαι νυνὶ δεικνύειν . οἶμαι δὴ πάντας ἂν ὑμᾶς ὁμολογῆσαι , δεῖν τὸν ὀρθῶς ἔχοντα νόμον καὶ συνοίσειν μέλλοντα τῷ πλήθει πρῶτον μὲν ἁπλῶς καὶ πᾶσι γνωρίμως γεγράφθαι , καὶ μὴ τῷ μὲν εἶναι ταυτὶ περὶ αὐτοῦ νομίζειν , τῷ δὲ ταυτί . ἔπειτʼ εἶναι δυνατὰς τὰς πράξεις ἃς δεῖ γίγνεσθαι διὰ τοῦ νόμου · εἰ γὰρ αὖ καλῶς μὲν ἔχοι , μὴ δυνατὸν δέ τι φράζοι , εὐχῆς , οὐ νόμου διαπράττοιτʼ ἂν ἔργον .
24.68
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.64 | Dem. 24.67 (English) | >>Dem. 24.71 |